Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.358 Joseph. AJ 8.362 (English) >>Joseph. AJ 8.365

8.360 δὲ Ἄχαβος ἥσθη τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν Ναβώθου. ἀγανακτήσας δʼ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως. 8.361ὡς δʼ ἧκε πρὸς αὐτὸν εἰπόντος τοῦ βασιλέως, τι βούλεται χρήσασθαι αὐτῷ, αἰσχρὸν γὰρ ὄντα ἐπὶ ἁμαρτήματι ληφθῆναι ὑπʼ αὐτοῦ, κατʼ ἐκεῖνον ἔφη τὸν τόπον, ἐν τὸν Ναβώθου νεκρὸν ὑπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι αἷμα καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος. 8.362Ἀχάβῳ δὲ λύπη τῶν πεπραγμένων εἰσῆλθε καὶ μετάμελος, καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ διῆγεν οὐχ ἁπτόμενος τροφῆς ἀνθομολογούμενός τε τὰ ἡμαρτημένα καὶ τὸν θεὸν οὕτως ἐξευμενίζων. δὲ ζῶντος μὲν αὐτοῦ πρὸς τὸν προφήτην ὑπερβαλεῖσθαι τὴν τοῦ γένους τιμωρίαν εἶπεν ἐφʼ οἷς ἐπὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ Ἀχάβου. καὶ μὲν προφήτης ταῦτʼ ἐδήλωσε τῷ βασιλεῖ. 8.363

Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν τοῦ Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.358 Joseph. AJ 8.362 (English) >>Joseph. AJ 8.365

Powered by PhiloLogic